Ἄλλα· 👉 ἐνάτης συνόδου





May 11, 2023

Περὶ τῆς ἐνάτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίγνονται αἷς τὴν ῥωμαϊκὴν γλῶτταν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ἐνάτην ἤδη προτίθεμεν, τετάρτην δὲ θερινήν.

Βοηθείᾳ τῆς

Πότε;

Ταύταις ταῖς ἡμέραις τοῦ μηνὸς Αὐγούστου, ταύταις ταῖς ὥραις·

  • 16 (Τετάρτῃ ἢ Ἑρμοῦ ἡμέρᾳ)·
    17:00-20:00.
  • 17 (Πέμπτῃ ἢ Διὸς ἡμέρᾳ)·
    11:00-14:00, 17:00-20:00.
  • 18 (Παρασκευῇ ἢ Ἀφροδίτης ἡμέρᾳ)·
    11:00-14:00.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μετέχοντα (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶτταν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Μέχρι τῆς 31ης ἡμέρας τοῦ μηνὸς Ἰουλίου, ἔξεστιν ἀπογράφεσθαι καὶ πᾶσιν ἀπογραψαμένοις μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!




Προηγούμενος λόγος
Περὶ τῆς ὀγδόης συνόδου tags: ὀγδόης συνόδου, Ῥοδερίχου, ἀγγελίαι permalink: /8 date: 2023-03-02 17:30 Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει;

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Τί ὄφελος; Πρῶτον μὲν οἱ ἤδη πολλὰ ἔτη ἠσκημένοι τοῦ διαλέγεσθαι ‘Ρωμαϊστὶ σαφῶς γιγνώσκομεν ὡς ὠφέλιμόν ἐστι τοῦτο τὸ πρᾶγμα τοῦδε ἕνεκα· τὸ σαφέστατα τὰ

(👉 Πλέονα τοῦ λόγου…)