Ἄλλα· 👉 Παύλου





April 7, 2017

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Παῦλος.

ΠΕΡΙ ΤΩΝ ΜΕΛΕΤΗΜΑΤΩΝ ΤΩΝ ΣΥΝΕΔΡΙΩΝ

Πάντων ἐξ ἴσου μὲν τῶν συνεδριῶν μετεχόντων, οὐδενὸς δὲ πρὸς τοὺς ἄλλους ἑταίρους διδασκάλου κατασταθέντος ἔξεστιν ἑκάστῳ, ἐὰν οὗτος βούληται, προθεῖναι μελετήματά τινα παντοδαπὰ ὡς ἡγεμόνι, οἷον τάδε·

  • Ἐξηγήσασθαι συγγράμματα Ἑλληνικὰ σὺν παραφράσεσιν.

  • Ἐξηγήσασθαι γραφὰς ἢ εἰκόνας.

  • Διηγεῖσθαι ἀρχαίους μύθους, ἱστορικὰ, κινηματογραφικά.

  • Χρῆναι τῇ τέχνῃ κεκλημένῃ Ἀγγλιστὶ story telling.

  • Διαλέγεσθαι ἀλλήλοις ἐλευθέρως.

  • Χρῆναι παιχνίοις εἰς τὴν ἑλληνικὴν γλῶτταν ἁρμοσθεῖσιν.

  • Συγγράφειν μικροὺς λόγους Ἑλληνιστί.

  • Χρῆναι μελετήμασι συμβαλλομένοις πρὸς τὴν τῆς γραμματικῆς τέχνης καὶ τῶν λέξεων κτῆσιν.

  • Διαλέγεσθαι περὶ πράγματός τινος τεταγμένου διῃρημένων εἰς ἀγέλας πάντων.

ἐὰν οὐδεὶς μελετήματά τινα προθῇ, Ῥοδέριχος καὶ Παῦλος ἡγεμόνες τῆς συνόδου ὄντες πάντων ἐπιμελησόμεθα.


Ἑπόμενος λόγος
Πρόγραμμα τῆς τρίτης συνόδου 11:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσι. 11:20 Ποῦ ἐποιήθησαν αὗται αἱ εἰκόνες; Ἡ Ἄννα (Ana Mayor)

(👉 Πλέονα τοῦ λόγου…)