tags: ὀγδόης συνόδου, Ῥοδερίχου, ἀγγελίαι
permalink: /8
date: 2023-03-02 17:30
Περὶ τῆς ὀγδόης συνόδου
*Τὴν εἰκόνα διέγραψεν [ἡ Σάρα Δὲλ Ῥίο](http://calamarcarcamal.blogspot.com.es).*
Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει;
Ἐλθὲ οὖν παρ' ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίγνονται αἷς τὴν ῥωμαϊκὴν γλῶτταν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.<br><br>Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ὀγδόην ἤδη προτίθεμεν.
Πότε;
Ταῖς ἡμέραις 29ῇ καὶ 30ῇ τοῦ μηνὸς Ἀπριλίου, ταύτας τὰς ὥρας· 11:00-14:00, 17:00-20:00.
Δι' ὀλίγου τὸ πρόγραμμα τῆς συνόδου κοινώσομεν.
## Πόσου;
**Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι** πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.
Τοῖς βουλομένοις δυνατὸν ἔσται **μέχρι τῆς 20ης ἡμέρας τοῦ μηνὸς Ἀπριλίου** ἀπογράψασθαι.
Ποῦ;
Ἐν τῇ Μαλάκῃ, ἐν τῷ [λυκείῳ *Nuestra Señora de la Victoria*](https://goo.gl/maps/bHEMTp1DWAz6wgBN8).
<iframe src="https://www.google.com/maps/embed?pb=!1m18!1m12!1m3!1d3197.742382554833!2d-4.42961088554814!3d36.72874787941987!2m3!1f0!2f0!3f0!3m2!1i1024!2i768!4f13.1!3m3!1m2!1s0xd72f7bb1782d22b%3A0x81ce5c4faeb0753e!2sIES%20Nuestra%20Se%C3%B1ora%20de%20la%20Victoria!5e0!3m2!1ses!2ses!4v1680446339825!5m2!1ses!2ses" style="border:0; width: 100%" allowfullscreen="" loading="lazy" referrerpolicy="no-referrer-when-downgrade"></iframe>
Τίνες μετέχουσιν
Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶτταν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.
Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 20ης ἡμέρας τοῦ μηνὸς Ἀπριλίου μελετήματα προτιθέναι.
Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!
Οὐκέτι ἔξεστιν απογράφεσθαι.