Ἄλλα· 👉 ἑβδόμης συνόδου 👉 Ῥοδερίχου





February 16, 2024

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.

Περὶ τῆς ἑβδόμης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.


Βοηθείᾳ τῆς
Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίνονται αἷς τὴν ῥωμαϊκὴν γλῶσσαν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ἕβδομον ἤδη προτίθεμεν, τρίτην δὲ χειμερινήν.

Πότε;

Ἐν τῷ τέλει τοῦ μηνὸς Φεβρουαρίου καὶ ἀρχῇ τοῦ μηνὸς Μαρτίου, ταύταις ταῖς ἡμέραις καὶ ὥραις·
28 (Παρασκευῇ)· 18:30-20:30.
29 (Σαββάτῳ)· 10:00-14:00, 16:00-20:00.
1 (Κυριακῇ)· 10:00-14:00.

Πρόγραμμα

Τῷ Σαββάτῳ μέλλομεν ἐν ἑλληνικῷ ἑστιατορίῳ κοινὸν δεῖπνον ἔχειν, καίπερ καὶ ἄλλοτε ἡδέως συνεσθίοντες.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Ὀλίγοις δυνατὸν ἔσται ἐν τῷ αὐτῷ τόπῳ τῆς συνόδου διανυκτερεύειν. Τὰς τοῦ καταγωγίου τιμὰς ἐν τῷ τέλει τῆσδε τῆς σελίδος εὑρήσεις.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶσσαν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες…

Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι τῆς 16ης ἡμέρας τοῦ μηνὸς Φεβρουαρίου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!


Προηγούμενος λόγος
Πρόγραμμα τῆς ὀγδόης συνόδου tags: ὀγδόης συνόδου, Ῥοδερίχου date: 29-4-2023 12:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων καὶ περὶ ἄλλων συνόδων

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Περὶ τῆς δεκάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν.

(👉 Πλέονα τοῦ λόγου…)