Ἄλλα· 👉 πέμπτης συνόδου 👉 Ῥοδερίχου





February 21, 2019

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.

Περὶ τῆς πέμπτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.


Βοηθείᾳ τῆς
Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκήσωμεν.

Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίνονται αἷς τὴν ῥωμαϊκὴν γλῶσσαν ἀσκεῖν ἔξεστι. Σπανίως δὲ τόπον τε καὶ ἀνθρώπους εὑρεῖν ἔξεστιν ὥστε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκεῖν. Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον πέμπτον ἤδη προτίθεμεν, δευτέραν δὲ χειμερινήν.

Πότε;

Ταῖς πρώταις τρισὶν ἡμέραις τοῦ μηνὸς Μαρτίου, ταύταις ταῖς ὥραις·
1 (Παρασκευῇ)· 18:30-20:30.
2 (Σαββάτῳ)· 10:00-14:00, 16:00-20:00.
3 (Κυριακῇ)· 10:00-14:00.

Δι’ ὀλίγου τὸ πρόγραμμα τῆς συνόδου κοινώσομεν.

Τῷ Σαββάτῳ μέλλομεν κοινὸν δεῖπνον ἔχειν, καίπερ καὶ ἄλλοτε ἡδέως συνεσθίοντες.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Ὀλίγοις δυνατὸν ἔσται ἐν τῷ αὐτῷ τόπῳ τῆς συνόδου διανυκτερεύειν. Τὰς τοῦ καταγωγίου τιμὰς ἐν τῷ τέλει τῆσδε τῆς σελίδος εὑρήσεις.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶσσαν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες…

Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 26ης ἡμέρας τοῦ μηνὸς Φεβρουαρίου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!


Οὐκέτι ἔξεστιν ἀπογράφεσθαι.



Προηγούμενος λόγος
Πρόγραμμα τῆς τετάρτης συνόδου 16:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσιν. 17:00 Περὶ γραμματικῆς Ὁ Ῥοδέριχος (Rodrigo Portela)

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Πρόγραμμα τῆς πέμπτης συνόδου 18:30 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσιν. 19:30 Περὶ γραμματικῆς· τὸ ῥῆμα Ὁ Ῥοδέριχος (Rodrigo

(👉 Πλέονα τοῦ λόγου…)