Ἄλλα· 👉 ἑνδεκάτης συνόδου 👉 ἀγγελίαι 👉 Ῥοδερἰχου





July 30, 2024

Περὶ τῆς ἑνδεκάτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίγνονται αἷς τὴν ῥωμαϊκὴν γλῶτταν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ἑνδεκάτην ἤδη προτίθεμεν, πέμπτην δὲ θερινήν.

Βοηθείᾳ τῆς

Πότε;

Ταύταις ταῖς ἡμέραις τοῦ μηνὸς Αὐγούστου, ταύταις ταῖς ὥραις·

  • 29 (Πέμπτῃ ἢ Διὸς ἡμέρᾳ)·
    17:00-20:00.
  • 30 (Παρασκευῇ ἢ Ἀφροδίτης ἡμέρᾳ)·
    11:00-14:00, 17:00-20:00.
  • 31 (Σαββάτῳ ἢ Κρόνου ἡμέρᾳ)·
    11:00-14:00.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μετέχοντα (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶτταν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Μέχρι τῆς 15ης ἡμέρας τοῦ μηνὸς Αὐγούστου, ἔξεστιν ἀπογράφεσθαι καὶ πᾶσιν ἀπογραψαμένοις μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!




Προηγούμενος λόγος
Πρόγραμμα τῆς δεκάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. 12:00-12:30 Εἰσαγωγή Οἱ μετέχοντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων καὶ περὶ ἄλλων συνόδων

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Πρόγραμμα τῆς ἑνδεκάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Βοηθείᾳ τῆς 17:00-17:15 Εἰσαγωγή Οἱ μετέχοντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων καὶ περὶ ἄλλων

(👉 Πλέονα τοῦ λόγου…)