Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.
Πρόγραμμα τῆς τρίτης συνόδου
Τῷ Σαββάτῳ (10-2-2018)
11:00
Εἰσαγωγή
Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσι.
11:20
Ποῦ ἐποιήθησαν αὗται αἱ εἰκόνες;
Ἡ Ἄννα (Ana Mayor) φωτογραφίας τόπων τῆς νῦν τε καὶ πάλαι Ἑλλάδος δείκνυσι ἐν πορείᾳ πεποιημένας. Ἆρα ἴσμεν τίνες εἰσὶν οἱ τόποι; Τίς ἢ τί ἐκεῖ ἐγένετο;
11:50
Περὶ γραμματικῆς
Ὁ Ῥοδέριχος (Rodrigo Portela) βραχέως περὶ γραμματικῶν ὀνομάτων λέγει ὥστε ῥᾷον τοῖς μετόχοις εἶναι ταῦτα ἀγνοοῦσιν ἑλληνιστὶ περὶ τούτων διαλέγεσθαι.
12:10
Τί δ’ ἐστι καινόν, ὦ Περσεῦ;
Ὁ Ἀνσγάριος (Óscar Soto) ἡμῖν κινηματογραφικὴν σκηνὴν ἐξηγεῖται.
12:25
Διάλειμμα
12:35
Τὸ TPR ὥσπερ ἐν τῷ Polis Institute
Ὁ Παῦλος δείκνυσι πῶς λέξεις διδάσκειν προστακτικαῖς χρώμενος. Τῷ οὖν τρόπῳ TPR λεγομένῳ.
13:20
Πίνακες
Ὁ Παῦλος (Pablo Villaoslada) καὶ ὁ Ῥοδέριχος πίνακας τοῦ Τιτιανοῦ περὶ μυθολογίας δείκνυσι. Ἆρα ἴσμεν τί φαίνεται;
14:00
Διάλειμμα
17:00
Ἀσκήσεις γραμματικῆς
Ἄσκησις ἀριθμῶν μετὰ τοῦ Παύλου.
17:30
Περὶ Ἀλκιβιάδου βίου
Μελέτημα τοῦ Παύλου. Λόγον περὶ τοῦ Ἀλκιβιάδου παρὰ τῷ Πλουτάρχῳ ἀναγινώσκομεν.
18:30
Διάλειμμα
18:40
Ἀσκήσεις γραμματικῆς
Ἄσκησις μετοχῶν μετὰ τοῦ Παύλου.
18:55
Παίζωμεν!
Ὁ Ῥοδέριχος παίγνια προτίθησι.
20:00
Τέλος τῶν μελετημάτων τῆς ἡμέρας
21:30
Κοινὸν δεῖπνον
Ἐν τῷ Κρητικῷ, ἑλληνικῷ ἑστιατορίῳ.
Τῇ Κυριακῇ (11-2-2018)
11:00
Περὶ Ἀλκιβιάδου βίου
Μελέτημα τοῦ Παύλου. Λόγον περὶ τοῦ Ἀλκιβιάδου παρὰ τῷ Πλουτάρχῳ ἀναγινώσκομεν.
12:00
Παίζωμεν!
Ὁ Ῥοδέριχος παίγνια προτίθησι.
12:25
Διάλειμμα
12:35
Δημοσθένους Περὶ στεφάνου
Ὁ Μιχαήλ (Miguel Ángel Ávila) Δημοσθένους λόγον καὶ μελετήματα περὶ αὐτοῦ προτίθησι.
14:00
Διάλειμμα
17:00
Παθήματα ἔρωτος παρὰ τῷ Λόγγῳ
Ἡ Λευκή (Alba Pozuelo) περὶ τοῦ Λόγγου λέγει καὶ ἐκλογὴν προτίθησι λόγων περὶ τοῦ ἔρωτος ἐκ τοῦ ἔργου αὐτοῦ.
18:00
Παίζωμεν!
Ὁ Ῥοδέριχος παίγνια προτίθησι.
18:20
Διάλειμμα
18:30
Ἐκ τοῦ 15ου αἰῶνος
Βραχεῖαν Φιλέλφου ἐπιστολὴν ὁ Ῥοδέριχος προτίθησι. Οὐ γὰρ μόνον οἱ παλαιότατοι τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ἔγραφον.
19:00
Ἀμφισβήτησις
Ὁ Ῥοδέριχος ἀμφισβήτησιν προτίθησι ποιητέαν.
20:00
Τέλος