Ἄλλα· 👉 ὀγδόης συνόδου 👉 Ῥοδερίχου 👉 ἀγγελίαι





March 2, 2023

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.

Περὶ τῆς ὀγδόης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει;

Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίγνονται αἷς τὴν ῥωμαϊκὴν γλῶτταν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ὀγδόην ἤδη προτίθεμεν.

Πότε;

Ταῖς ἡμέραις 29ῇ καὶ 30ῇ τοῦ μηνὸς Ἀπριλίου, ταύτας τὰς ὥρας· 11:00-14:00, 17:00-20:00.

Δι’ ὀλίγου τὸ πρόγραμμα τῆς συνόδου κοινώσομεν.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Τοῖς βουλομένοις δυνατὸν ἔσται μέχρι τῆς 20ης ἡμέρας τοῦ μηνὸς Ἀπριλίου ἀπογράψασθαι.

Ποῦ;

Ἐν τῇ Μαλάκῃ, ἐν τῷ λυκείῳ Nuestra Señora de la Victoria.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶτταν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 20ης ἡμέρας τοῦ μηνὸς Ἀπριλίου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!


Οὐκέτι ἔξεστιν απογράφεσθαι.


Προηγούμενος λόγος
Πρόγραμμα τῆς ἑβδόμης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Βοηθείᾳ τῆς Τὸ πρόγραμμα καὶ ἄλλῃ μορφῇ· ὡς PDF. 18:30Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Περὶ τῆς ἐνάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν.

(👉 Πλέονα τοῦ λόγου…)