Ἄλλα· 👉 τρίτης συνόδου 👉 Ἄννης





March 5, 2018

Τόνδε τὸν λόγον ἔγραψεν ἡ Ἄννα.

Περὶ τῆς τρίτης ξυνόδου

Mεσοῦντος τοῦ μηνὸς Φεβρουαρίου ἐπὶ δεκάτῃ καὶ ἑνδεκάτῃ ἡ τρίτη ξύνοδος Ἑλληνικοὶ διάλογοι” ξυνέβη. Λίαν γὰρ ἐχαιρήσαμεν λαλοῦντες ἀλλήλλοις Ἑλληνιστί!

Ἕνδεκά που μέτοχοι ἀπὸ ἄλλων τόπων ξυνήλθομεν, οὐ μόνον ἀπὸ τῆς Ἱσπανίας, ἀλλὰ καὶ ἀπὸ τῆς Ἰταλίας. Ἡμεῖς δὴ ἥσθημεν τοῦ ξυγγενέσθαι ἐγχειρήσαντες τῇ Ἑλληνικῇ γλώττῃ.

[Ἔνιοι μετέχοντες ξυγκείμενοι]

Χάριν οὖν πολὺ ἔχομεν τούτοις τοῖς ἡγεμόσι τῷ τε Παύλῳ καὶ τῷ Ῥοδερίχῳ, οἱ καλῶς πάντα κατὰ τὸν κόσμον παρεσκεύασαν.

Τῇ πρώτῃ ἡμέρᾳ ἠρξάμεθα διαλεγόμενοι περὶ ἡμῶν αὐτῶν. Ἔνιοι μὲν ἤδη ἐγνωρισμένοι, ἔνιοι δὲ εἰσηγμένοι πρότερα περὶ αὐτῶν ἀσμενώτατοι ἐγένοντο.

Πρῶτον δὴ ὁ Ῥοδέριχος εἶπε περὶ τῶν ὀνομάτων τῶν μερῶν τῆς γραμματικῆς κατὰ τὸ εἶδος κατὰ τὸ βιβλίον καλούμενον Ἐπιτομὴ τῶν ὀκτὼ τοῦ λόγου μερῶν τοῦ Κωνσταντίνου Λασκάρεως· τοῦτο τὸ βιβλίον παρέχει ὠφελήματα τοῖς τὴν Ἑλληνικὴν γλῶτταν μανθάνουσιν.

[ὁ Ῥοδέριχος]

Ἔπειτα δ’αὐτὴ προὔθηκα τὸ μελέτημα περὶ τῆς περιηγήσεως τοῦ Ἡροδότου τοῦ Ἁλικαρνασσέως διὰ τῆς Ἀνατολίας. Ὑπέδειξα γὰρ ἐνίας εἰκόνας περὶ τῶν ἐξαιρέτων τόπων ἀρχαιολογικῶν ἐπὶ ταῖς ἀνατολαῖς τῆς τοῦ Αἰγαίου πόντου ἐν τῇ Μικρᾷ Ἀσίᾳ. Οἱ οὖν φίλοι ἐδύναντο διαγιγνώσκειν ποῦ ἐποίησα ταύτας τὰς εἰκόνας, καὶ δὴ καὶ ἔμαθον κεφάλαια πράγματα ἃ ἐνθάδε ἐγένετο.

[ἡ Ἄννα]

Μετὰ βραχὺ διάλειμμα ὁ Ἀνσγάριος περὶ κινηματογραφικῆς σκηνῆς ὀνομαζομένης Percy Jackson παρεδείξατο. Ξυνεχαίρομεν δὴ πολὺ βλέποντες τήν τε Μέδουσαν καὶ τὸν Περσέα εἰκαζομένους.

[ὁ Ἀνσγάριος]

Ὁ μὲν Παῦλος ἡμᾶς ἐδίδασκε τὴν τέχνην καλουμένην TPR [Total Physical Response κατὰ τὸν Ἀγγλικὸν ἀκρώνυμον], ὃ ἐδυνάμεθα ἀσκεῖν σὺν τοῖς ἡμετέροις μαθηταῖς ἐν τῷ λυκείῳ. Ὁ Χριστόφορος ὁ Πλούσιος, ὁ ἄρχων τοῦ Πόλις Institute, πολλάκις ταύτῃ τῇ τέχνῃ πανταχῇ ἐργάζεται.

[ὁ Παῦλος]

Πρὸ δὲ τοῦ ἀρίστου οἱ ἡγεμόνες ἐβούλοντο ἡμᾶς διαγράψαι πίνακας τοῦ Τιτιανοῦ περὶ γνωστῶν καὶ ἀριδεικέτων μύθων.

Τοῦ Παύλου ἡγησαμένου λίαν ἐπονήσαμεν· ἠσκοῦμεν μὲν τοὺς ἀριθμοὺς ἀπολύτους τε καὶ τακτικούς. Οὐ ῥᾳδίως ἐφαίνετο, μάλιστά γε, ἀλλὰ ἐποιήσαμεν καλῶς. Οὗτος δὲ προὔθηκε δὶς ἐν τῇ ξυνόδῳ τὸ μὲν μελέτημα περὶ τοῦ λόγου τοῦ Ἀλκιβιάδου παρὰ τῷ Πλουτάρχῳ, ἐδήλωσε δὲ ἄσκησίν τινα τῶν μετόχων.

[Πάντες ἀναγιγνώσκοντες τὸν ψιλὸν λόγον]

Τέλος δ’ ὁ Μιχαὴλ παρεσκεύασε τὴν πρότασιν τοῦ λόγου τοῦ Δημοσθένους καλουμένου Περὶ τοῦ στεφάνου. Μάλα ἡμῖν ἤρεσεν ἐπειδὴ πολλὰ ἔλεγομεν οὐ μόνον περὶ τοῦ λόγου ἀλλὰ καὶ περὶ τῶν τόπων μυθολογικῶν· καλῶς οὖν εἵλετο τὰ ἀποσπάσματα τοῦ καταπεπληγμένου ψιλοῦ λόγου ῥητορικοῦ.

Ὕστερον δ’ ἐγένετο τὸ κοινὸν δεῖπνον ἐν τῷ Ἑλληνικῷ ἑστιατορίῳ ὀνόματι ὁ Κρητικός“. Ἐφάγομεν νόστιμον καὶ λιπαρὸν δεῖπνον. Ξυνεχαιρήσαμεν γὰρ πολὺ διαλεγόμενοι Ἑλληνιστί τε καὶ Ῥωμαϊστί.

[Ἐν τῷ κοινῷ δείπνῳ Ἑλληνικῷ]

Τῇ δευτέρᾳ ἡμέρᾳ πρωὶ ὁ Ῥοδέριχος παρέσκευασε πολλὰ παίγνια· Προελθόντος τοῦ χρόνου πάντες ἐμανθάνομεν ἀπ’ ἀλλήλων.

Μετὰ τὸ ἄριστον ἡ Λευκὴ προὔθηκε μίαν ἐκλογὴν ἐκ τοῦ ἔργου τοῦ Λόγγου τοῦ Λεσβίου. Τὰ μὲν γράμματα ἐρωτικὰ ἀρέσκει σχεδὸν πᾶσι τοῖς ἀνθρώποις, ἡ δ’ ἡμετέρα ποιήτρια εἵλετο ταῦτα τὰ ἐρωτικώτατα καὶ μάλιστα ἐτερψάμεθα.

[ἡ Λευκή]

Ὕστερον οὖν ξὺν τῷ Ῥοδερίχῳ ἀνέγνωμεν μίαν βραχεῖαν ἐπιστολὴν ξυγγεγραμμένην ὑπὸ τοῦ Φιλέλφου ἐκ τοῦ πεντεκαιδεκάτου αἰῶνος.

Χάριν καὶ ὑμῖν ἴσμεν, οἵ τε ἡγεμόνες καὶ οἱ μέτοχοι ξυγγεγενημένοι! Ἐλπίζομεν αὖθις ξυνιέναι τοῦ θέρους ἐν τῇ Μαδρίτῃ.

Ἔρρωσθε, ὦ φίλτατοι!


Προηγούμενος λόγος
Πρόγραμμα τῆς τρίτης συνόδου 11:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσι. 11:20 Ποῦ ἐποιήθησαν αὗται αἱ εἰκόνες; Ἡ Ἄννα (Ana Mayor)

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Περὶ τῆς τετάρτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν

(👉 Πλέονα τοῦ λόγου…)