Ἄλλα· 👉 ἕκτης συνόδου 👉 ῥοδερίχου





2019-06-14 12:00

Περὶ τῆς ἕκτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίνονται αἷς τὴν ῥωμαϊκὴν γλῶσσαν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον ἕκτον ἤδη προτίθεμεν, τρίτην δὲ θερινήν.

Βοηθείᾳ τῆς .

Πότε;

Ταύταις ταῖς ἡμέραις τοῦ μηνὸς Αὐγούστου, ταύταις ταῖς ὥραις·

  • 28 (Τετάρτῃ ἢ Ἑρμοῦ ἡμέρᾳ)·
    17:00-20:00.
  • 29 (Πέμπτῃ ἢ Διὸς ἡμέρᾳ)·
    9:30-14:00, 16:30-20:00.
  • 30 (Παρασκευῇ ἢ Ἀφροδίτης ἡμέρᾳ)·
    9:30-14:00, 16:30-20:00.

Δι’ ὀλίγου τὸ πρόγραμμα τῆς συνόδου κοινώσομεν.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 15 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Τοῖς βουλομένοις δυνατὸν ἔσται μέχρι τῆς πρώτης ἡμέρας τοῦ μηνὸς Ἰουλίου οὕτως ἀπογράψασθαι ὥστε ἐν τῷ αὐτῷ τόπῳ τῆς συνόδου διανυκτερεύειν καὶ ἐσθίειν, ταύταις ταῖς τιμαῖς·

  • Μόνος ἐν ἁπλῷ δωματίῳ μετὰ πάσης σιτήσεως (πλὴν τοῦ ἀρίστου τῆς Παρασκευῆς), 45 € καθ’ ἡμέραν.
  • Πάρ’ ἄλλῳ μετόχῳ ἐν διπλῷ δωματίῳ μετὰ πάσης σιτήσεως (πλὴν τοῦ ἀρίστου τῆς Παρασκευῆς), 35 € καθ’ ἡμέραν.
    Δεῖ τοὺς τῇ Παρασκευῇ βουλομένους ἐκεῖ ἀριστᾶν 7 € προσθεῖναι.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶσσαν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 15ης ἡμέρας τοῦ μηνὸς Ἰουλίου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!






Προηγούμενος λόγος
Πρόγραμμα τῆς πέμπτης συνόδου 18:30 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσιν. 19:30 Περὶ γραμματικῆς· τὸ ῥῆμα Ὁ Ῥοδέριχος (Rodrigo

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Πρόγραμμα τῆς ἕκτης συνόδου 17:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσιν. Μελέτημα μετἁ τοῦ Παύλου (Pablo Villaoslada). 18:30

(👉 Πλέονα τοῦ λόγου…)