Ἄλλα· 👉 τετάρτης συνόδου 👉 ῥοδερίχου





2018-07-19 12:24

Περὶ τῆς τετάρτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ′ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκήσωμεν.

Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίνονται αἷς τὴν ῥωμαϊκὴν γλῶσσαν ἀσκεῖν ἔξεστι. Σπανίως δὲ τόπον τε καὶ ἀνθρώπους εὑρεῖν ἔξεστιν ὥστε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκεῖν. Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον τέταρτον ἤδη προτίθεμεν!

Πότε;

Τῷ μηνὶ Αὐγούστῳ μετὰ τὸ CÆLVM, ἡμέρας δύο καὶ ἡμίσειαν, τάσδε τὰς ὥρας διαλεξόμεθα·

Tῇ 26ῃ· 16:00-20:00.
Tῇ 27ῃ καὶ 28ῃ· 11:00-14:00, 16:00-20:00.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μέτοχον 10 € δοῦναι.

Τοῦ ποῦ διανυκτερεύειν καὶ ἐσθίειν ἕκαστος ἐπιμελεῖται. Μέλλομεν δὲ κοινὸν δεῖπνον ἔχειν. Ἐγγὺς τοῦ τόπου τῆς συνόδου καταγώγιον κεῖται ὀνόματι Las Provincias.

Τίνες μετέχουσι;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶσσαν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες…

Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 19ης ἡμέρας τοῦ μηνὸς Αὐγούστου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ′ ἐλθέ!

Ποῦ;

Ἐν τῇ Φουενλαβράδῃ τῆς Μαδρίτης,
ἐν οἴκῳ τῆς ἑταιρείας ἐργαζομένων UGT.






Προηγούμενος λόγος
Περὶ τῆς τρίτης ξυνόδου Mεσοῦντος τοῦ μηνὸς Φεβρουαρίου ἐπὶ δεκάτῃ καὶ ἑνδεκάτῃ ἡ τρίτη ξύνοδος “Ἑλληνικοὶ διάλογοι” ξυνέβη. Λίαν γὰρ ἐχαιρήσαμεν λαλοῦντες ἀλλήλλοις

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Πρόγραμμα τῆς τετάρτης συνόδου 16:00 Εἰσαγωγή Οἱ μέτοχοι ἐλθόντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων μανθάνουσιν. 17:00 Περὶ γραμματικῆς Ὁ Ῥοδέριχος (Rodrigo Portela)

(👉 Πλέονα τοῦ λόγου…)