Ἄλλα· 👉 δεκάτης συνόδου 👉 ἀγγελίαι 👉 Ῥοδερίχου





February 18, 2024

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.

Περὶ τῆς δεκάτης συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει;

Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν. Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίγνονται αἷς τὴν ῥωμαϊκὴν γλῶτταν ἀσκεῖν ἔξεστιν. Σπανίως δὲ ἀνθρώπους εὑρίσκομεν οἷς ἑλληνιστὶ διαλέγεσθαι.

Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην σύνοδον δεκάτην ἤδη προτίθεμεν.

Πότε;

Ταῖς ἡμέραις 13ῇ καὶ 14ῇ τοῦ μηνὸς Ἀπριλίου, ταύτας τὰς ὥρας·

  • 13 (Σαββάτῳ ἢ Κρόνου ἡμέρᾳ)·
    12:00-14:00, 17:00-20:00.
  • 14 (Κυριακῇ ἢ Ἡλίου ἡμέρᾳ)·
    11:00-14:00, 17:00-20:00.

Δι’ ὀλίγου τὸ πρόγραμμα τῆς συνόδου κοινώσομεν.

Πόσου;

Δεῖ ἕκαστον τῆς συνόδου μετέχοντα (πλὴν τῶν οὔπω 25 ἔτη γεγονότων) 10 € δοῦναι πρὸς τὴν παρασκευὴν τῶν συνόδων καὶ τῶν σελίδων.

Τοῖς βουλομένοις δυνατὸν ἔσται μέχρι τῆς 5ης ἡμέρας τοῦ μηνὸς Ἀπριλίου ἀπογράψασθαι.

Ποῦ;

Ἐν τῇ Μαλάκῃ, ἐν τῷ λυκείῳ Nuestra Señora de la Victoria.

Τίνες μετέχουσιν;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶτταν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μέχρι της 31ης ἡμέρας τοῦ μηνὸς Μαρτίου μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ’ ἐλθέ!



Προηγούμενος λόγος
Περὶ τῆς δεκάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. Ἆρα συνόδου ἑλληνιζόντων μετέχειν βούλει; Ἐλθὲ οὖν παρ’ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶτταν ἀσκῶμεν.

(👉 Πλέονα τοῦ λόγου…)

Ἑπόμενος λόγος
Πρόγραμμα τῆς δεκάτης συνόδου Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο. 12:00-12:30 Εἰσαγωγή Οἱ μετέχοντες περὶ τῆς συνόδου καὶ περὶ ἀλλήλων καὶ περὶ ἄλλων συνόδων

(👉 Πλέονα τοῦ λόγου…)