Ἄλλα· 👉 Παύλου





2017-06-29 00:00

Τόνδε τὸν λόγον ἔγραψεν ὁ Παῦλος.

Τί ὄφελος;

Πρῶτον μὲν οἱ ἤδη πολλὰ ἔτη ἠσκημένοι τοῦ διαλέγεσθαι Ρωμαϊστὶ σαφῶς γιγνώσκομεν ὡς ὠφέλιμόν ἐστι τοῦτο τὸ πρᾶγμα τοῦδε ἕνεκα· τὸ σαφέστατα τὰ ἀρχαῖα γεγραμμένα τὰ Ρωμαϊκὰ συνιέναι. Οὕτως γὰρ πολλὰς λέξεις μὲν μεμαθήκαμεν ἀκούοντες ἄλλων ἀνθρώπων λεγόντων, αἷσπερ δὲ χρώμεθα διαλεγόμενοι αὐτοί. Πρὸς τοῖσδε τὸ ἰέναι εἰς λόγον τερπνόν ἐστι καὶ ὀτρύνει ἡμᾶς τὸ πλέονα ἀναγιγνώσκειν μάλιστα δῆτα τὸν νοῦν προσέχοντας. Ἑλληνιστὶ οὖν δὴ τὸ αὐτὸ ποιητέον ἡμῖν δοκεῖ εἶναι. Νῦν δὲ ὀλίγων παρόντων ἐμπειροτάτων τοῦ ἑλληνίζειν τὴν ἀρχαίαν γλῶτταν, δεῖ ἡμᾶς ἁθροίζεσθαι ὡς μαθησομένους ἅμα τε καὶ μελετήσοντας ταύτην τὴν καλὴν φωνήν.


Ἑπόμενος λόγος
Περὶ τῶν μελετημάτων τῶν συνεδριῶν Πάντων ἐξ ἴσου μὲν τῶν συνεδριῶν μετεχόντων, οὐδενὸς δὲ πρὸς τοὺς ἄλλους ἑταίρους διδασκάλου κατασταθέντος ἔξεστιν ἑκάστῳ, ἐὰν οὗτος βούληται,

(👉 Πλέονα τοῦ λόγου…)