Ἄλλα· 👉 Ῥοδερίχου





Τόνδε τὸν λόγον ἔγραψεν ὁ Ῥοδέριχος.

Τὰ ἐνθάδε γεγραμμένα εἰς τὴν σύνοδον ἀναφέρεται ἣ τῷ μηνὶ Αὐγούστῳ (τοῦ ἔτους 2017) ἐγένετο. Οὔπω ἔξεστιν ἡμῖν τι περὶ τῆς ἑπομένης συνόδου ἀγγεῖλαι.

Περὶ τῆς συνόδου

Τὴν εἰκόνα διέγραψεν ἡ Σάρα Δὲλ Ῥίο.

Ἆρα συνόδου ἑλληνιζόντων μετασχεῖν βούλει; Ἐλθὲ οὖν παρ′ ἡμᾶς καὶ τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκήσωμεν.

Σύνοδοί τινες ἐν πολλοῖς ἤδη τόποις γίνονται αἷς τὴν ῥωμαϊκὴν γλῶσσαν ἀσκεῖν ἔξεστι. Σπανίως δὲ τόπον τε καὶ ἀνθρώπους εὑρεῖν ἔξεστιν ὥστε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν ἀσκεῖν. Τῆσδε τῆς ἀσκήσεως δεόμενοι ἔνιοι τοιαύτην θερινὴν σύνοδον δευτέρῳ ἤδη ἔτει προτίθεμεν.

Πότε;


Φθίνοντος τοῦ μηνὸς Αὐγούστου μετὰ τὸ CÆLVM, ἡμέρας οὖν δύο καὶ ἡμίσειαν ἀπὸ τῆς 27ης μέχρι τῆς 29ης, τάσδε τὰς ὥρας·


17:00-20:00
11:00-14:00 17:00-20:00
11:00-14:00 17:00-20:00

Ποῦ;

Ἐν μέσῃ τῇ Μαδρίτῃ, ἐν τῷ CoLenguando. Ἡμῖν τὸν τόπον μισθωσομένοις δεῖ ἕκαστον τῆς συνόδου μέτοχον 18 € δοῦναι.
Colenguando

Τοῦ δὲ ποῦ διανυκτερεύειν ἕκαστος ἐπιμελεῖται.

Τίνες μετέχουσι;

Ἄνθρωποι τὴν ἑλληνικὴν γλῶσσαν διδάσκοντες, μανθάνοντες… ἄλλοι ἑλληνίζειν ἐμπειρότεροι, ἄλλοι δὲ πρῶτον ἑλληνίζοντες… Οὐ πλείονες ἐσόμεθα ἢ εἴκοσι πέντε.

Ἔξεστι πᾶσιν ἀπογραψαμένοις μελετήματα προτιθέναι.

Τοῖς πλείστοις ἔτι χαλεπόν ἐστιν ἑλληνιστὶ λέγειν· μὴ φοβοῦ, ἀλλ′ ἐλθέ!